1 John — Graded Greek Reader
Every word outside the 336-word base carries a superscript footnote. Use Grammar Check when you want to confirm your own parsing; you can turn it off for uninterrupted reading.
1 John 1
1Ὃ ἦν ἀπ’ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν1 τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα2 καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν3, περὶ τοῦ Λόγου τῆς ζωῆς,— 2καὶ ἡ ζωὴ ἐφανερώθη4, καὶ ἑωράκαμεν1 καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν5 ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη4 ἡμῖν,— 3ὃ ἑωράκαμεν1 καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν5 καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ἡμῶν. δὲ καὶ ἡ κοινωνία ἡ ἡμετέρα6 μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. 4καὶ ταῦτα γράφομεν ἡμεῖς ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
5Καὶ ἔστιν αὕτη ἡ ἀγγελία1 ἣν ἀκηκόαμεν ἀπ’αὐτοῦ καὶ ἀναγγέλλομεν2 ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστιν καὶ ἐν αὐτῷ οὐκ ἔστιν σκοτία οὐδεμία. 6Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα3 καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· 7δὲ ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ἀλλήλων4 καὶ τὸ αἷμα Ἰησοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. 8ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς5 πλανῶμεν6 καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.
9ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, ἐστιν πιστός καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας1. 10ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην2 ποιοῦμεν αὐτὸν καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
1 John 2
1Τεκνία1 μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, ἔχομεν πρὸς τὸν Πατέρα Παράκλητον Ἰησοῦν Χριστὸν δίκαιον· 2καὶ αὐτὸς ἱλασμός2 ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, δὲ οὐ περὶ τῶν ἡμετέρων3 μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. 3καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 4ὁ λέγων ὅτι Ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης4 ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· 5δ’ἂν5 ὃς τηρῇ αὐτοῦ τὸν λόγον ἀληθῶς6 ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται7. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν·
6ὁ λέγων ἐν αὐτῷ μένειν καθὼς1 ἐκεῖνος περιεπάτησεν ὀφείλει καὶ αὐτὸς οὕτως2 περιπατεῖν. 7Ἀγαπητοί3, γράφω ὑμῖν, οὐκ ἐντολὴν καινὴν ἀλλ’ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ’ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε. 8πάλιν4 ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται5 καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. 9Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι6. 10ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον7 ἐν αὐτῷ οὐκ ἔστιν·
11δὲ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ1 ὑπάγει2, ὅτι ἡ σκοτία ἐτύφλωσεν3 τοὺς ὀφθαλμοὺς αὐτοῦ. 12τεκνία4, Γράφω ὑμῖν, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ. 13πατέρες, γράφω ὑμῖν, ὅτι ἐγνώκατε τὸν ἀπ’ἀρχῆς· νεανίσκοι5, γράφω ὑμῖν, ὅτι νενικήκατε τὸν πονηρόν. 14παιδία, ἔγραψα ὑμῖν, ὅτι ἐγνώκατε τὸν Πατέρα. πατέρες, ἔγραψα ὑμῖν, ὅτι ἐγνώκατε τὸν ἀπ’ἀρχῆς. νεανίσκοι5, ἔγραψα ὑμῖν, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν.
15Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ1 τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ· 16ὅτι οὐκ πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονία2 τοῦ βίου3, ἔστιν ἐκ τοῦ πατρός, ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν. 17καὶ παράγεται4 ὁ κόσμος καὶ ἡ ἐπιθυμία αὐτοῦ· δὲ ὁ ποιῶν τὸ θέλημα5 τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. 18Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς6 ἠκούσατε ὅτι ἀντίχριστος7 ἔρχεται, καὶ νῦν ἀντίχριστοι7 πολλοὶ γεγόνασιν· ὅθεν8 γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
19ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλ’οὐκ ἦσαν ἐξ ἡμῶν· γὰρ εἰ ἐξ ἡμῶν ἦσαν, ἂν1 μεμενήκεισαν μεθ’ἡμῶν· ἀλλ’ἵνα φανερωθῶσιν2 ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν. 20καὶ ὑμεῖς χρῖσμα3 ἔχετε ἀπὸ τοῦ Ἁγίου, καὶ οἴδατε πάντες. 21ἔγραψα ὑμῖν οὐκ ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ’ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. 22Τίς ἐστιν ὁ ψεύστης4 εἰ μὴ ὁ ἀρνούμενος5 ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος6, ὁ ἀρνούμενος5 τὸν Πατέρα καὶ τὸν Υἱόν.
23πᾶς ὁ ἀρνούμενος1 τὸν Υἱὸν οὐδὲ2 τὸν Πατέρα ἔχει· ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει. 24ὑμεῖς ὃ ἠκούσατε ἀπ’ἀρχῆς, ἐν ὑμῖν μενέτω. ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε. 25καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία3 ἣν αὐτὸς ἐπηγγείλατο4 ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον. 26Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων5 ὑμᾶς.
27καὶ ὑμεῖς τὸ χρῖσμα1 ὃ ἐλάβετε ἀπ’αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν2 ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ’ὡς τὸ αὐτοῦ χρῖσμα1 διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς3 ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ. 28Καὶ τεκνία4, νῦν, μένετε ἐν αὐτῷ, ἵνα ἐὰν φανερωθῇ5 σχῶμεν παρρησίαν6 καὶ μὴ αἰσχυνθῶμεν7 ἀπ’αὐτοῦ ἐν τῇ παρουσίᾳ8 αὐτοῦ. 29ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.
1 John 3
1Ἴδετε1 ποταπὴν2 ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατὴρ ἵνα τέκνα Θεοῦ κληθῶμεν, καὶ ἐσμέν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν. 2Ἀγαπητοί3, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὔπω4 ἐφανερώθη5 τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ5 ὅμοιοι6 αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα1 αὐτὸν καθώς7 ἐστιν. 3καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’αὐτῷ ἁγνίζει8 ἑαυτὸν9 καθὼς7 ἐκεῖνος ἁγνός10 ἐστιν. 4Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν11 ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία11. 5καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη5 ἵνα τὰς ἁμαρτίας ἄρῃ12, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.
6πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν1 αὐτὸν οὐδὲ2 ἔγνωκεν αὐτόν. 7Τεκνία3, μηδεὶς4 πλανάτω5 ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς6 ἐκεῖνος δίκαιός ἐστιν· 8ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου7 ἐστίν, ὅτι ἀπ’ἀρχῆς ὁ διάβολος7 ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη8 ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ9 τὰ ἔργα τοῦ διαβόλου7. 9Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται.
10ἐν τούτῳ φανερά1 ἐστιν τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου2· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. 11ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία3 ἣν ἠκούσατε ἀπ’ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους4· 12οὐ καθὼς5 Κάϊν6 ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν7 τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν8 τίνος ἔσφαξεν7 αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, δὲ τὰ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. 13ἀδελφοί, Μὴ θαυμάζετε9, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος.
14ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν1 ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ. 15πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος2 ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος2 οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν. 16Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν3 αὐτοῦ ἔθηκεν4· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς3 θεῖναι4. 17δ’ἂν5 ὃς ἔχῃ τὸν βίον6 τοῦ κόσμου καὶ θεωρῇ7 τὸν ἀδελφὸν αὐτοῦ χρείαν8 ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα9 αὐτοῦ ἀπ’αὐτοῦ, πῶς10 ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ;
18Τεκνία1, ἀγαπῶμεν μὴ λόγῳ μηδὲ2 τῇ γλώσσῃ, ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ. 19ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν3 αὐτοῦ πείσομεν4 τὴν καρδίαν ἡμῶν 20ὅτι ἐὰν καταγινώσκῃ5 ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα. 21Ἀγαπητοί6, ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ5, παρρησίαν7 ἔχομεν πρὸς τὸν Θεόν, 22καὶ ἐὰν ὃ αἰτῶμεν8 λαμβάνομεν ἀπ’αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ9 ἐνώπιον10 αὐτοῦ ποιοῦμεν.
23καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους1 καθὼς2 ἔδωκεν ἐντολὴν ἡμῖν. 24καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν.
1 John 4
1Ἀγαπητοί1, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται2 ἐξεληλύθασιν εἰς τὸν κόσμον. 2Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ Θεοῦ ἐστιν, 3καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου3, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. 4τεκνία4, Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ.
5αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει. 6ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης1. 7Ἀγαπητοί2, ἀγαπῶμεν ἀλλήλους3, ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ γινώσκει τὸν Θεόν. 8ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν.
9ἐν τούτῳ ἐφανερώθη1 ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι’αὐτοῦ. 10ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν Θεόν, ἀλλ’ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ ἱλασμὸν2 περὶ τῶν ἁμαρτιῶν ἡμῶν. 11Ἀγαπητοί3, εἰ οὕτως4 ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους5 ἀγαπᾶν. 12Θεὸν οὐδεὶς πώποτε6 τεθέαται7· ἐὰν ἀγαπῶμεν ἀλλήλους5, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη8 ἐστιν.
13ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. 14καὶ ἡμεῖς τεθεάμεθα1 καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκεν τὸν Υἱὸν Σωτῆρα2 τοῦ κόσμου. 15ἐὰν ὃς ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. 16καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ μένει.
17Ἐν τούτῳ τετελείωται1 ἡ ἀγάπη μεθ’ἡμῶν, ἵνα παρρησίαν2 ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς3 ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. 18φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ἡ τελεία ἀγάπη ἔξω4 βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν5 ἔχει, δὲ ὁ φοβούμενος6 οὐ τετελείωται1 ἐν τῇ ἀγάπῃ. 19Ἠμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. 20ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης7 ἐστίν· γὰρ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν8, οὐ δύναται τὸν Θεὸν ὃν οὐχ ἑώρακεν8 ἀγαπᾶν.
21καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
1 John 5
1Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ τὸν γεγεννημένον ἐξ αὐτοῦ. 2ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν1 τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν. 3γάρ αὕτη ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι2 οὐκ εἰσίν, 4ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη3 ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν.
5τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; 6οὗτός ἐστιν ὁ ἐλθὼν δι’ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ’ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι· καὶ τὸ Πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια. 7ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες, 8τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
9εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ ὅτι μεμαρτύρηκεν περὶ τοῦ Υἱοῦ αὐτοῦ. 10ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ. ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην1 πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ. 11καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ὁ Θεὸς ἡμῖν, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστιν.
12ὁ ἔχων τὸν Υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν Υἱὸν τοῦ Θεοῦ τὴν ζωὴν οὐκ ἔχει. 13Ταῦτα ἔγραψα ὑμῖν τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ. ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον, ἔχετε 14Καὶ αὕτη ἐστὶν ἡ παρρησία1 ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα2 κατὰ τὸ θέλημα3 αὐτοῦ ἀκούει ἡμῶν. 15καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ἐὰν ὃ αἰτώμεθα2, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα4 ἃ ᾐτήκαμεν2 ἀπ’αὐτοῦ.
16Ἐάν τις ἴδῃ1 τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει2, καὶ δώσει ζωήν, αὐτῷ τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ3. 17πᾶσα ἀδικία4 ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον. 18Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ οὐχ ἁμαρτάνει, ἀλλ’ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ αὐτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται5 αὐτοῦ. 19οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται6.
20δὲ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει1, καὶ δέδωκεν ἡμῖν διάνοιαν2 ἵνα γινώσκομεν τὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος. 21Τεκνία3, φυλάξατε4 ἑαυτὰ5 ἀπὸ τῶν εἰδώλων6.
Greek text and punctuation: Nestle 1904, from the CenterBLC/Macula Greek N1904 public dataset. Word-level lemma and gloss data are preserved from the same source.