2 John — Graded Greek Reader
Every word outside the 336-word base carries a superscript footnote. Use Grammar Check when you want to confirm your own parsing; you can turn it off for uninterrupted reading.
2 John 1
1Ὁ πρεσβύτερος ἐκλεκτῇ1 κυρίᾳ2 καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἀγαπῶ ἐν ἀληθείᾳ, ἐγὼ καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 2διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ’ἡμῶν ἔσται εἰς τὸν αἰῶνα. 3ἔσται μεθ’ἡμῶν χάρις ἔλεος3 εἰρήνη παρὰ Θεοῦ Πατρός, καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. 4Ἐχάρην4 λίαν5 ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς6 ἐντολὴν ἐλάβομεν παρὰ τοῦ Πατρός. 5καὶ κυρία2, νῦν ἐρωτῶ7 σε, γράφων σοι οὐχ ὡς ἐντολὴν καινὴν, ἀλλὰ ἣν εἴχαμεν ἀπ’ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους8.
6καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ἡ ἐντολή ἐστιν, καθὼς1 ἠκούσατε ἀπ’ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. 7ὅτι ἐξῆλθον εἰς τὸν κόσμον, πολλοὶ πλάνοι οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος2. 8βλέπετε ἑαυτούς3, ἵνα μὴ ἀπολέσητε ἃ ἠργασάμεθα4, ἀλλὰ μισθὸν5 πλήρη ἀπολάβητε6. 9πᾶς ὁ προάγων7 καὶ μὴ μένων ἐν τῇ διδαχῇ8 τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ8, οὗτος καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχει.
10εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν1 οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν2, καὶ χαίρειν3 αὐτῷ μὴ λέγετε· 11γὰρ ὁ λέγων αὐτῷ χαίρειν3 κοινωνεῖ4 τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. 12ἔχων Πολλὰ ὑμῖν γράφειν οὐκ ἐβουλήθην5 διὰ χάρτου6 καὶ μέλανος7, ἀλλὰ ἐλπίζω8 γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν πεπληρωμένη ᾖ. 13Ἀσπάζεταί9 σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς10.
Greek text and punctuation: Nestle 1904, from the CenterBLC/Macula Greek N1904 public dataset. Word-level lemma and gloss data are preserved from the same source.