Achten Häus Greek Reader — 2 Thessalonians
Achten Häus Home•Curriculum Portal•Reader Library

2 Thessalonians — Graded Greek Reader

Every word outside the 336-word base carries a superscript footnote. Use Grammar Check when you want to confirm your own parsing; you can turn it off for uninterrupted reading.

2 Thessalonians 1

1Παῦλος1 καὶ Σιλουανὸς2 καὶ Τιμόθεος3 τῇ ἐκκλησίᾳ4 Θεσσαλονικέων5 ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· 2ὑμῖν χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3ἀδελφοί, ὀφείλομεν Εὐχαριστεῖν6 τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, καθὼς7 ἄξιόν8 ἐστιν, ὅτι ὑπεραυξάνει9 ἡ πίστις ὑμῶν καὶ πλεονάζει10 ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους11, 4ὥστε12 αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐνκαυχᾶσθαι13 ἐν ταῖς ἐκκλησίαις4 τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς14 ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς15 ὑμῶν καὶ ταῖς θλίψεσιν16 αἷς ἀνέχεσθε17,
5ἔνδειγμα1 τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι2 ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, 6εἴπερ3 δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι4 τοῖς θλίβουσιν5 ὑμᾶς θλῖψιν6 7καὶ ὑμῖν τοῖς θλιβομένοις5 ἄνεσιν7 μεθ’ἡμῶν, ἐν τῇ ἀποκαλύψει8 τοῦ Κυρίου Ἰησοῦ ἀπ’οὐρανοῦ μετ’ἀγγέλων δυνάμεως αὐτοῦ 8ἐν πυρὶ9 φλογός10, διδόντος ἐκδίκησιν11 τοῖς μὴ εἰδόσιν Θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν12 τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, 9οἵτινες τίσουσιν13 δίκην14 ὄλεθρον15 αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος16 αὐτοῦ,
10ὅταν1 ἔλθῃ ἐνδοξασθῆναι2 ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι3 ἐν πᾶσιν τοῖς πιστεύσασιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ὅτι ἐπιστεύθη τὸ μαρτύριον4 ἡμῶν ἐφ’ὑμᾶς, 11Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ5 τῆς κλήσεως6 ὁ Θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν7 ἀγαθωσύνης8 καὶ ἔργον πίστεως ἐν δυνάμει, 12ὅπως9 ἐνδοξασθῇ2 τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

2 Thessalonians 2

1δὲ ἀδελφοί, Ἐρωτῶμεν1 ὑμᾶς, ὑπὲρ τῆς παρουσίας2 τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς3 ἐπ’αὐτόν, 2εἰς τὸ μὴ ταχέως4 σαλευθῆναι5 ὑμᾶς ἀπὸ τοῦ νοὸς6 μηδὲ7 θροεῖσθαι8 μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι’ἐπιστολῆς9 ὡς δι’ἡμῶν, ὡς ὅτι ἐνέστηκεν10 ἡ ἡμέρα τοῦ Κυρίου. 3μή τις ὑμᾶς ἐξαπατήσῃ11 κατὰ μηδένα12 τρόπον13· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία14 πρῶτον καὶ ἀποκαλυφθῇ15 ὁ ἄνθρωπος τῆς ἀνομίας16, ὁ υἱὸς τῆς ἀπωλείας17, 4ὁ ἀντικείμενος18 καὶ ὑπεραιρόμενος19 ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα20, ὥστε21 αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι, ἀποδεικνύντα22 ἑαυτὸν23 ὅτι ἔστιν Θεός.
5Οὐ μνημονεύετε1 ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; 6καὶ νῦν τὸ κατέχον2 οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι3 αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ. 7γὰρ τὸ μυστήριον4 τῆς ἀνομίας5· ἤδη ἐνεργεῖται6 μόνον ὁ κατέχων2 ἄρτι7 ἕως ἐκ μέσου8 γένηται. 8καὶ τότε ἀποκαλυφθήσεται3 ὁ ἄνομος9, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ10 τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει11 τῇ ἐπιφανείᾳ12 τῆς παρουσίας13 αὐτοῦ, 9οὗ ἡ παρουσία13 ἐστιν κατ’ἐνέργειαν14 τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις15 καὶ τέρασιν16 ψεύδους
10καὶ ἐν πάσῃ ἀπάτῃ1 ἀδικίας2 τοῖς ἀπολλυμένοις, ἀνθ’ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο3 εἰς τὸ σωθῆναι αὐτούς. 11καὶ διὰ τοῦτο πέμπει4 αὐτοῖς ὁ Θεὸς ἐνέργειαν5 πλάνης6 εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, 12ἵνα κριθῶσιν πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες7 τῇ ἀδικίᾳ2. 13δὲ Ἠμεῖς ὀφείλομεν εὐχαριστεῖν8 τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλατο9 ὑμᾶς ὁ Θεὸς ἀπ’ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ10 Πνεύματος καὶ πίστει ἀληθείας, 14εἰς ὃ καὶ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν11 δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
15Ἄρα1 οὖν, ἀδελφοί, στήκετε2, καὶ κρατεῖτε3 τὰς παραδόσεις4 ἃς ἐδιδάχθητε εἴτε5 διὰ λόγου εἴτε5 δι’ἐπιστολῆς6 ἡμῶν. 16δὲ Αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ Θεὸς ὁ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν7 αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17παρακαλέσαι8 ὑμῶν τὰς καρδίας καὶ στηρίξαι9 ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.

2 Thessalonians 3

1ἀδελφοί, Τὸ λοιπὸν1 προσεύχεσθε, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ2 καὶ δοξάζηται καθὼς3 καὶ πρὸς ὑμᾶς, 2καὶ ἵνα ῥυσθῶμεν4 ἀπὸ τῶν ἀτόπων5 καὶ πονηρῶν ἀνθρώπων· γὰρ οὐ πάντων ἡ πίστις. 3δέ Πιστὸς ἐστιν ὁ Κύριος, ὃς στηρίξει6 ὑμᾶς καὶ φυλάξει7 ἀπὸ τοῦ πονηροῦ. 4δὲ πεποίθαμεν8 ἐν Κυρίῳ ἐφ’ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν9 καὶ ποιεῖτε καὶ ποιήσετε. 5δὲ Ὁ Κύριος κατευθύναι10 ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν11 τοῦ Χριστοῦ.
6δὲ ἀδελφοί, Παραγγέλλομεν1 ὑμῖν, ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ στέλλεσθαι2 ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως3 περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν4 ἣν παρελάβετε παρ’ἡμῶν. 7γὰρ αὐτοὶ οἴδατε πῶς5 δεῖ6 μιμεῖσθαι7 ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν8 ἐν ὑμῖν, 8οὐδὲ9 δωρεὰν10 ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ’ἐν κόπῳ11 καὶ μόχθῳ12 νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι13 πρὸς τὸ μὴ ἐπιβαρῆσαί14 τινα ὑμῶν· 9οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν15, ἀλλ’ἵνα ἑαυτοὺς16 τύπον17 δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι7 ἡμᾶς. 10γὰρ καὶ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν1 ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι13, μηδὲ18 ἐσθιέτω.
11γάρ ἀκούομεν τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως1, μηδὲν2 ἐργαζομένους3 ἀλλὰ περιεργαζομένους4· 12δὲ τοῖς τοιούτοις5 παραγγέλλομεν6 καὶ παρακαλοῦμεν7 ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ ἵνα μετὰ ἡσυχίας8 ἐργαζόμενοι3 τὸν ἑαυτῶν9 ἄρτον ἐσθίωσιν. 13δέ, ἀδελφοί, Ὑμεῖς μὴ ἐγκακήσητε10 καλοποιοῦντες11. 14δέ εἰ τις οὐχ ὑπακούει12 τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς13, τοῦτον σημειοῦσθε14, μὴ συναναμίγνυσθαι15 αὐτῷ, ἵνα ἐντραπῇ16· 15καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε17, ἀλλὰ νουθετεῖτε18 ὡς ἀδελφόν.
16δὲ Αὐτὸς ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ1. ὁ Κύριος μετὰ πάντων ὑμῶν. 17Ὁ ἀσπασμὸς2 τῇ ἐμῇ3 χειρὶ Παύλου4, ὅ ἐστιν σημεῖον5 ἐν πάσῃ ἐπιστολῇ6· οὕτως7 γράφω. 18ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.

Greek text and punctuation: Nestle 1904, from the CenterBLC/Macula Greek N1904 public dataset. Word-level lemma and gloss data are preserved from the same source.