Achten Häus Greek Reader — Colossians
Achten Häus Home•Curriculum Portal•Reader Library

Colossians — Graded Greek Reader

Every word outside the 336-word base carries a superscript footnote. Use Grammar Check when you want to confirm your own parsing; you can turn it off for uninterrupted reading.

Colossians 1

1Παῦλος1 ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος2 Θεοῦ καὶ Τιμόθεος3 ὁ ἀδελφὸς 2τοῖς ἐν Κολοσσαῖς4 ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· ὑμῖν χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν. 3Εὐχαριστοῦμεν5 τῷ Θεῷ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι, 4ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους 5διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην6 ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε7 ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου
6τοῦ παρόντος1 εἰς ὑμᾶς, καθὼς2 καὶ ἐν παντὶ τῷ κόσμῳ ἐστὶν καρποφορούμενον3 καὶ αὐξανόμενον4 καθὼς2 καὶ ἐν ὑμῖν, ἀφ’ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε5 τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ· 7καθὼς2 ἐμάθετε6 ἀπὸ Ἐπαφρᾶ7 τοῦ ἀγαπητοῦ8 συνδούλου9 ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, 8ὁ καὶ δηλώσας10 ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι. 9Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα11 ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι12 ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν13 τοῦ θελήματος14 αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει15 πνευματικῇ16,
10περιπατῆσαι ἀξίως1 τοῦ Κυρίου εἰς πᾶσαν ἀρεσκείαν2, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες3 καὶ αὐξανόμενοι4 τῇ ἐπιγνώσει5 τοῦ Θεοῦ, 11ἐν πάσῃ δυνάμει δυναμούμενοι6 κατὰ τὸ κράτος7 τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν8 καὶ μακροθυμίαν9, μετὰ χαρᾶς 12εὐχαριστοῦντες10 τῷ Πατρὶ τῷ ἱκανώσαντι11 ὑμᾶς εἰς τὴν μερίδα12 τοῦ κλήρου13 τῶν ἁγίων ἐν τῷ φωτί· 13ὃς ἐρύσατο14 ἡμᾶς ἐκ τῆς ἐξουσίας15 τοῦ σκότους καὶ μετέστησεν16 εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 14ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν17, τὴν ἄφεσιν18 τῶν ἁμαρτιῶν·
15ὅς ἐστιν εἰκὼν1 τοῦ Θεοῦ τοῦ ἀοράτου2, πρωτότοκος3 πάσης κτίσεως4, 16ὅτι ἐν αὐτῷ ἐκτίσθη5 τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ6 καὶ τὰ ἀόρατα2, εἴτε7 θρόνοι8 εἴτε7 κυριότητες9 εἴτε7 ἀρχαὶ εἴτε7 ἐξουσίαι10· τὰ πάντα δι’αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται5· 17καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν11, 18καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας12· ὅς ἐστιν ἀρχή, πρωτότοκος3 ἐκ τῶν νεκρῶν, ἵνα γένηται αὐτὸς ἐν πᾶσιν πρωτεύων13, 19ὅτι εὐδόκησεν14 ἐν αὐτῷ πᾶν τὸ πλήρωμα κατοικῆσαι15
20καὶ δι’αὐτοῦ ἀποκαταλλάξαι1 τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας2 διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι’αὐτοῦ εἴτε3 τὰ ἐπὶ τῆς γῆς εἴτε3 τὰ ἐν τοῖς οὐρανοῖς. 21καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους4 καὶ ἐχθροὺς τῇ διανοίᾳ5 ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, 22δὲ νυνὶ6 ἀποκατήλλαξεν1 ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι7 ὑμᾶς ἁγίους καὶ ἀμώμους8 καὶ ἀνεγκλήτους9 κατενώπιον10 αὐτοῦ, 23εἴ γε11 ἐπιμένετε12 τῇ πίστει τεθεμελιωμένοι13 καὶ ἑδραῖοι14 καὶ μὴ μετακινούμενοι15 ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος16 ἐν πάσῃ κτίσει17 τῇ ὑπὸ τὸν οὐρανόν, οὗ διάκονος. ἐγενόμην ἐγὼ Παῦλος18
24Νῦν χαίρω1 ἐν τοῖς παθήμασιν2 ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ3 τὰ ὑστερήματα4 τῶν θλίψεων5 τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία6, 25ἧς διάκονος ἐγενόμην ἐγὼ κατὰ τὴν οἰκονομίαν7 τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ, 26τὸ μυστήριον8 τὸ ἀποκεκρυμμένον9 ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν10— δὲ νῦν ἐφανερώθη11 τοῖς ἁγίοις αὐτοῦ, 27οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι12 τί τὸ πλοῦτος13 τῆς δόξης τοῦ μυστηρίου8 τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
28ὃν ἡμεῖς καταγγέλλομεν1 νουθετοῦντες2 πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν3 πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ· 29εἰς ὃ καὶ κοπιῶ4 ἀγωνιζόμενος5 κατὰ τὴν ἐνέργειαν6 αὐτοῦ τὴν ἐνεργουμένην7 ἐν ἐμοὶ ἐν δυνάμει.

Colossians 2

1γὰρ Θέλω ὑμᾶς εἰδέναι ἡλίκον1 ἀγῶνα2 ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικίᾳ3 καὶ ὅσοι4 οὐχ ἑόρακαν5 τὸ πρόσωπόν μου ἐν σαρκί, 2ἵνα παρακληθῶσιν6 αἱ καρδίαι αὐτῶν, συνβιβασθέντες7 ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος8 τῆς πληροφορίας9 τῆς συνέσεως10, εἰς ἐπίγνωσιν11 τοῦ μυστηρίου12 τοῦ Θεοῦ, Χριστοῦ, 3ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ13 τῆς σοφίας καὶ γνώσεως14 ἀπόκρυφοι15. 4Τοῦτο λέγω ἵνα μηδεὶς16 ὑμᾶς παραλογίζηται17 ἐν πιθανολογίᾳ18. 5γὰρ εἰ καὶ τῇ σαρκὶ ἄπειμι19, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων20 καὶ βλέπων ὑμῶν τὴν τάξιν21 καὶ τὸ στερέωμα22 τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
6οὖν Ὡς παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, 7ἐρριζωμένοι1 καὶ ἐποικοδομούμενοι2 ἐν αὐτῷ καὶ βεβαιούμενοι3 τῇ πίστει καθὼς4 ἐδιδάχθητε, περισσεύοντες5 ἐν εὐχαριστίᾳ6. 8Βλέπετε μή τις ἔσται ὁ συλαγωγῶν7 ὑμᾶς διὰ τῆς φιλοσοφίας8 καὶ κενῆς9 ἀπάτης10 κατὰ τὴν παράδοσιν11 τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα12 τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· 9ὅτι ἐν αὐτῷ κατοικεῖ13 πᾶν τὸ πλήρωμα τῆς Θεότητος14 σωματικῶς15, 10καὶ ἐστὲ πεπληρωμένοι, ἐν αὐτῷ ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας16,
11ἐν ᾧ καὶ περιετμήθητε1 περιτομῇ2 ἀχειροποιήτῳ3 ἐν τῇ ἀπεκδύσει4 τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ2 τοῦ Χριστοῦ, 12συνταφέντες5 αὐτῷ ἐν τῷ βαπτίσματι6, ἐν ᾧ καὶ συνηγέρθητε7 διὰ τῆς πίστεως τῆς ἐνεργείας8 τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν· 13καὶ ὑμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασιν9 καὶ τῇ ἀκροβυστίᾳ10 τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν11 ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος12 ἡμῖν πάντα τὰ παραπτώματα9, 14ἐξαλείψας13 τὸ καθ’ἡμῶν χειρόγραφον14 τοῖς δόγμασιν15 ὃ ἦν ὑπεναντίον16 ἡμῖν, καὶ αὐτὸ ἦρκεν17 ἐκ τοῦ μέσου18, προσηλώσας19 αὐτὸ τῷ σταυρῷ· 15ἀπεκδυσάμενος20 τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας21 ἐδειγμάτισεν22 ἐν παρρησίᾳ23, θριαμβεύσας24 αὐτοὺς ἐν αὐτῷ.
16οὖν Μὴ τις ὑμᾶς κρινέτω ἐν βρώσει1 καὶ ἐν πόσει2 ἢ ἐν μέρει3 ἑορτῆς4 ἢ νεομηνίας5 ἢ σαββάτων, 17ἅ ἐστιν σκιὰ6 τῶν μελλόντων7, δὲ τὸ σῶμα τοῦ Χριστοῦ. 18μηδεὶς8 ὑμᾶς καταβραβευέτω9 θέλων ἐν ταπεινοφροσύνῃ10 καὶ θρησκείᾳ11 τῶν ἀγγέλων, ἃ ἑόρακεν12 ἐμβατεύων13, εἰκῇ14 φυσιούμενος15 ὑπὸ τοῦ νοὸς16 τῆς σαρκὸς αὐτοῦ, 19καὶ οὐ κρατῶν17 τὴν Κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν18 καὶ συνδέσμων19 ἐπιχορηγούμενον20 καὶ συνβιβαζόμενον21 αὔξει22 τὴν αὔξησιν23 τοῦ Θεοῦ. 20Εἰ ἀπεθάνετε24 σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων25 τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε26
21Μὴ ἅψῃ1 μηδὲ2 γεύσῃ3 μηδὲ2 θίγῃς4, 22ἅ ἐστιν πάντα εἰς φθορὰν5 τῇ ἀποχρήσει6, κατὰ τὰ ἐντάλματα7 καὶ διδασκαλίας8 τῶν ἀνθρώπων; 23ἅτινά ἐστιν μὲν9 ἔχοντα λόγον σοφίας ἐν ἐθελοθρησκίᾳ10 καὶ ταπεινοφροσύνῃ11 καὶ ἀφειδίᾳ12 σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν13 τῆς σαρκός.

Colossians 3

1οὖν Εἰ συνηγέρθητε1 τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν καθήμενος2· ἐν δεξιᾷ3 τοῦ Θεοῦ 2τὰ ἄνω φρονεῖτε4, μὴ τὰ ἐπὶ τῆς γῆς. 3γάρ, ἀπεθάνετε5 καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται6 σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· 4ὅταν7 φανερωθῇ8, ὁ Χριστὸς ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε8 ἐν δόξῃ. 5οὖν Νεκρώσατε9 τὰ μέλη10 τὰ ἐπὶ τῆς γῆς, πορνείαν11, ἀκαθαρσίαν12, πάθος13, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν14 ἥτις ἐστὶν εἰδωλολατρεία15,
6δι’ἃ ἔρχεται ἡ ὀργὴ1 τοῦ Θεοῦ· 7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν τούτοις· 8δὲ νυνὶ2 ἀπόθεσθε3 καὶ ὑμεῖς τὰ πάντα, ὀργήν1, θυμόν4, κακίαν5, βλασφημίαν6, αἰσχρολογίαν7 ἐκ τοῦ στόματος ὑμῶν· 9μὴ ψεύδεσθε8 εἰς ἀλλήλους9, ἀπεκδυσάμενοι10 τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν11 αὐτοῦ, 10καὶ ἐνδυσάμενοι12 τὸν νέον τὸν ἀνακαινούμενον13 εἰς ἐπίγνωσιν14 κατ’εἰκόνα15 τοῦ κτίσαντος16 αὐτόν,
11ὅπου1 οὐκ ἔνι2 Ἕλλην3 καὶ Ἰουδαῖος, περιτομὴ4 καὶ ἀκροβυστία5, βάρβαρος6, Σκύθης7, δοῦλος8, ἐλεύθερος9, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν Χριστός. 12οὖν, Ἐνδύσασθε10 ὡς ἐκλεκτοὶ11 τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα12 οἰκτιρμοῦ13, χρηστότητα14, ταπεινοφροσύνην15, πραΰτητα16, μακροθυμίαν17, 13ἀνεχόμενοι18 ἀλλήλων19 καὶ χαριζόμενοι20 ἑαυτοῖς21, ἐάν τις πρός τινα ἔχῃ μομφήν22· καθὼς23 καὶ ὁ Κύριος ἐχαρίσατο20 ὑμῖν οὕτως24 καὶ ὑμεῖς· 14δὲ ἐπὶ πᾶσιν τούτοις τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος25 τῆς τελειότητος26. 15καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω27 ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι28 γίνεσθε.
16ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω1 ἐν ὑμῖν πλουσίως2, ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες3 ἑαυτοὺς4, ψαλμοῖς5 ὕμνοις6 ᾠδαῖς7 πνευματικαῖς8 ἐν τῇ χάριτι ᾄδοντες9 ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ· 17καὶ πᾶν τι ἐὰν ὅ ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες10 τῷ Θεῷ Πατρὶ δι’αὐτοῦ. 18Αἱ γυναῖκες, ὑποτάσσεσθε11 τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν12 ἐν Κυρίῳ. 19Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε13 πρὸς αὐτάς. 20Τὰ τέκνα, ὑπακούετε14 τοῖς γονεῦσιν κατὰ πάντα, γὰρ τοῦτο εὐάρεστόν15 ἐστιν ἐν Κυρίῳ.
21Οἱ πατέρες, μὴ ἐρεθίζετε1 τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν2. 22Οἱ δοῦλοι3, ὑπακούετε4 κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαις5, ὡς ἀνθρωπάρεσκοι6, ἀλλ’ἐν ἁπλότητι7 καρδίας φοβούμενοι8 τὸν Κύριον. 23ἐὰν ὃ ποιῆτε, ἐκ ψυχῆς9 ἐργάζεσθε10 ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις, 24εἰδότες ὅτι ἀπὸ Κυρίου ἀπολήμψεσθε11 τὴν ἀνταπόδοσιν12 τῆς κληρονομίας. τῷ Κυρίῳ Χριστῷ δουλεύετε13· 25γὰρ ὁ ἀδικῶν14 κομίσεται15 ὃ ἠδίκησεν14, καὶ οὐκ ἔστιν προσωπολημψία16.

Colossians 4

1Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα1 τοῖς δούλοις2 παρέχεσθε3, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανῷ. 2Τῇ προσευχῇ4 προσκαρτερεῖτε5, γρηγοροῦντες6 ἐν αὐτῇ ἐν εὐχαριστίᾳ7, 3προσευχόμενοι ἅμα8 καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον9 τοῦ Χριστοῦ, δι’ὃ καὶ δέδεμαι10, 4ἵνα φανερώσω11 αὐτὸ ὡς δεῖ12 με λαλῆσαι. 5Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω13, τὸν καιρὸν ἐξαγοραζόμενοι14.
6ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι1 ἠρτυμένος2, εἰδέναι πῶς3 δεῖ4 ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. 7Τὰ κατ’ἐμὲ πάντα γνωρίσει5 ὑμῖν Τυχικὸς6 ὁ ἀγαπητὸς7 ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος8 ἐν Κυρίῳ, 8ὃν ἔπεμψα9 πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ10 τὰς καρδίας ὑμῶν, 9σὺν Ὀνησίμῳ11 τῷ πιστῷ καὶ ἀγαπητῷ7 ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· ὑμῖν γνωρίσουσιν5 πάντα τὰ ὧδε12. 10Ἀσπάζεται13 ὑμᾶς Ἀρίσταρχος14 ὁ συναιχμάλωτός15 μου, καὶ Μᾶρκος16 ὁ ἀνεψιὸς17 Βαρνάβα18, (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε19 αὐτόν,),
11καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος1, οἱ ὄντες ἐκ περιτομῆς2 οὗτοι μόνοι συνεργοὶ3 εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία4. 12ἀσπάζεται5 ὑμᾶς Ἐπαφρᾶς6 ὁ ἐξ ὑμῶν, δοῦλος7 Χριστοῦ Ἰησοῦ, πάντοτε ἀγωνιζόμενος8 ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς9, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι10 ἐν παντὶ θελήματι11 τοῦ Θεοῦ. 13γὰρ μαρτυρῶ αὐτῷ ὅτι ἔχει πολὺν πόνον12 ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικίᾳ13 καὶ τῶν ἐν Ἱεραπόλει14. 14ἀσπάζεται5 ὑμᾶς Λουκᾶς15 ὁ ἰατρὸς16 ὁ ἀγαπητὸς17 καὶ Δημᾶς18. 15Ἀσπάσασθε5 τοὺς ἐν Λαοδικίᾳ13 ἀδελφοὺς καὶ Νύμφαν19 καὶ τὴν κατ’οἶκον αὐτῆς ἐκκλησίαν20.
16καὶ ὅταν1 ἀναγνωσθῇ2 παρ’ὑμῖν ἡ ἐπιστολή3, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων4 ἐκκλησίᾳ5 ἀναγνωσθῇ2, καὶ ἵνα τὴν ἐκ Λαοδικίας6 καὶ ὑμεῖς ἀναγνῶτε2. 17καὶ εἴπατε Ἀρχίππῳ7 Βλέπε τὴν διακονίαν8 ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. 18Ὁ ἀσπασμὸς9 τῇ ἐμῇ10 χειρὶ Παύλου11. μνημονεύετέ12 μου τῶν δεσμῶν13. ἡ χάρις μεθ’ὑμῶν.

Greek text and punctuation: Nestle 1904, from the CenterBLC/Macula Greek N1904 public dataset. Word-level lemma and gloss data are preserved from the same source.