Achten Häus Greek Reader — Ephesians
Achten Häus Home•Curriculum Portal•Reader Library

Ephesians — Graded Greek Reader

Every word outside the 336-word base carries a superscript footnote. Use Grammar Check when you want to confirm your own parsing; you can turn it off for uninterrupted reading.

Ephesians 1

1Παῦλος1 ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος2 Θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν [ἐν Ἐφέσῳ3] καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· 2ὑμῖν χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3Εὐλογητὸς4 ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας5 ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ6 πνευματικῇ7 ἐν τοῖς ἐπουρανίοις8 ἐν Χριστῷ, 4καθὼς9 ἐξελέξατο10 ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς11 κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους12 κατενώπιον13 αὐτοῦ, ἐν ἀγάπῃ 5προορίσας14 ἡμᾶς εἰς υἱοθεσίαν15 διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν16 τοῦ θελήματος2 αὐτοῦ,
6εἰς ἔπαινον1 δόξης τῆς χάριτος αὐτοῦ ἧς ἐχαρίτωσεν2 ἡμᾶς ἐν τῷ Ἠγαπημένῳ, 7ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν3 διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν4 τῶν παραπτωμάτων5, κατὰ τὸ πλοῦτος6 τῆς χάριτος αὐτοῦ 8ἧς ἐπερίσσευσεν7 εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει8 9γνωρίσας9 ἡμῖν τὸ μυστήριον10 τοῦ θελήματος11 αὐτοῦ, κατὰ τὴν εὐδοκίαν12 αὐτοῦ, ἣν προέθετο13 ἐν αὐτῷ 10εἰς οἰκονομίαν14 τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι15 τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ,
11ἐν ᾧ καὶ ἐκληρώθημεν1 προορισθέντες2 κατὰ πρόθεσιν3 τοῦ τὰ πάντα ἐνεργοῦντος4 κατὰ τὴν βουλὴν5 τοῦ θελήματος6 αὐτοῦ, 12εἰς τὸ εἶναι εἰς ἔπαινον7 δόξης αὐτοῦ ἡμᾶς τοὺς προηλπικότας8 ἐν τῷ Χριστῷ· 13ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε9 τῷ Πνεύματι τῆς ἐπαγγελίας10 τῷ Ἁγίῳ, 14ὅς ἐστιν ἀρραβὼν11 τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν12 τῆς περιποιήσεως13, εἰς ἔπαινον7 τῆς δόξης αὐτοῦ. 15Διὰ τοῦτο κἀγώ14, ἀκούσας τὴν καθ’ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
16οὐ παύομαι1 εὐχαριστῶν2 ὑπὲρ ὑμῶν μνείαν3 ποιούμενος ἐπὶ τῶν προσευχῶν4 μου, 17ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως5 ἐν ἐπιγνώσει6 αὐτοῦ, 18πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως7 αὐτοῦ, τίς ὁ πλοῦτος8 τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, 19καὶ τί τὸ ὑπερβάλλον9 μέγεθος10 τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν11 τοῦ κράτους12 τῆς ἰσχύος13 αὐτοῦ,
20ἣν ἐνήργηκεν1 ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ2 αὐτοῦ ἐν τοῖς ἐπουρανίοις3 21ὑπεράνω4 πάσης ἀρχῆς καὶ ἐξουσίας5 καὶ δυνάμεως καὶ κυριότητος6 καὶ παντὸς ὀνόματος ὀνομαζομένου7 οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι8· 22καὶ πάντα ὑπέταξεν9 ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ10, 23ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.

Ephesians 2

1καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν1 καὶ ταῖς ἁμαρτίαις ὑμῶν, 2ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα2 τῆς ἐξουσίας3 τοῦ ἀέρος4, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος5 ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας6· 3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν7 ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα8 τῆς σαρκὸς καὶ τῶν διανοιῶν9, καὶ ἤμεθα τέκνα ὀργῆς10 φύσει11 ὡς καὶ οἱ λοιποί12· 4δὲ ὁ Θεὸς πλούσιος13 ὢν ἐν ἐλέει14, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, 5καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν1 συνεζωοποίησεν15 τῷ Χριστῷ,— χάριτί ἐστε σεσῳσμένοι,—
6καὶ συνήγειρεν1 καὶ συνεκάθισεν2 ἐν τοῖς ἐπουρανίοις3 ἐν Χριστῷ Ἰησοῦ, 7ἵνα ἐνδείξηται4 ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις5 τὸ ὑπερβάλλον6 πλοῦτος7 τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι8 ἐφ’ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. 8γὰρ τῇ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον· 9οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται9. 10γάρ ἐσμεν αὐτοῦ ποίημα10, κτισθέντες11 ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν12 ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
11Διὸ1 μνημονεύετε2 ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία3 ὑπὸ τῆς λεγομένης περιτομῆς4 ἐν σαρκὶ χειροποιήτου5, 12ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι6 τῆς πολιτείας7 τοῦ Ἰσραὴλ8 καὶ ξένοι9 τῶν διαθηκῶν τῆς ἐπαγγελίας10, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι11 ἐν τῷ κόσμῳ. 13δὲ νυνὶ12 ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν13 ἐγενήθητε ἐγγὺς14 ἐν τῷ αἵματι τοῦ Χριστοῦ. 14γάρ Αὐτὸς ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα15 ἓν καὶ τὸ μεσότοιχον16 τοῦ φραγμοῦ17 τὴν ἔχθραν18, λύσας19, ἐν τῇ σαρκὶ αὐτοῦ
15τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν1 καταργήσας2, ἵνα τοὺς δύο κτίσῃ3 ἐν αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, 16καὶ ἀποκαταλλάξῃ4 τοὺς ἀμφοτέρους5 ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας6 τὴν ἔχθραν7 ἐν αὐτῷ· 17καὶ ἐλθὼν εὐηγγελίσατο8 εἰρήνην ὑμῖν τοῖς μακρὰν9 καὶ εἰρήνην τοῖς ἐγγύς10· 18ὅτι δι’αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν11 οἱ ἀμφότεροι5 ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα. 19ἄρα12 οὖν οὐκέτι13 ἐστὲ ξένοι14 καὶ πάροικοι15, ἀλλὰ ἐστὲ συνπολῖται16 τῶν ἁγίων καὶ οἰκεῖοι17 τοῦ Θεοῦ,
20ἐποικοδομηθέντες1 ἐπὶ τῷ θεμελίῳ2 τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου3 αὐτοῦ Χριστοῦ Ἰησοῦ, 21ἐν ᾧ πᾶσα οἰκοδομὴ4 συναρμολογουμένη5 αὔξει6 εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, 22ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε7 εἰς κατοικητήριον8 τοῦ Θεοῦ ἐν Πνεύματι.

Ephesians 3

1Τούτου χάριν1 ἐγὼ Παῦλος2 ὁ δέσμιος3 τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— 2εἴ γε4 ἠκούσατε τὴν οἰκονομίαν5 τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, 3ὅτι κατὰ ἀποκάλυψιν6 ἐγνωρίσθη7 μοι τὸ μυστήριον8, καθὼς9 προέγραψα10 ἐν ὀλίγῳ, 4πρὸς ὃ δύνασθε ἀναγινώσκοντες11 νοῆσαι12 τὴν σύνεσίν13 μου ἐν τῷ μυστηρίῳ8 τοῦ Χριστοῦ, 5ὃ ἑτέραις14 γενεαῖς15 οὐκ ἐγνωρίσθη7 τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη16 τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι,
6εἶναι τὰ ἔθνη συνκληρονόμα1 καὶ σύνσωμα2 καὶ συνμέτοχα3 τῆς ἐπαγγελίας4 ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, 7οὗ διάκονος ἐγενήθην κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν5 τῆς δυνάμεως αὐτοῦ. 8ἐμοὶ τῷ ἐλαχιστοτέρῳ6 πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι7 τὸ ἀνεξιχνίαστον8 πλοῦτος9 τοῦ Χριστοῦ, 9καὶ φωτίσαι τίς ἡ οἰκονομία10 τοῦ μυστηρίου11 τοῦ ἀποκεκρυμμένου12 ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι13, 10ἵνα γνωρισθῇ14 νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις15 ἐν τοῖς ἐπουρανίοις16 διὰ τῆς ἐκκλησίας17 ἡ πολυποίκιλος18 σοφία τοῦ Θεοῦ,
11κατὰ πρόθεσιν1 τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, 12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν2 καὶ προσαγωγὴν3 ἐν πεποιθήσει4 διὰ τῆς πίστεως αὐτοῦ. 13διὸ5 αἰτοῦμαι6 μὴ ἐνκακεῖν7 ἐν ταῖς θλίψεσίν8 μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. 14Τούτου χάριν9 κάμπτω10 τὰ γόνατά11 μου πρὸς τὸν Πατέρα, 15ἐξ οὗ πᾶσα πατριὰ12 ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται13,
16ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος1 τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι2 διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω3 ἄνθρωπον, 17κατοικῆσαι4 τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι5 καὶ τεθεμελιωμένοι6, 18ἵνα ἐξισχύσητε7 καταλαβέσθαι8 σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος9 καὶ μῆκος10 καὶ ὕψος11 καὶ βάθος12, 19τε13 γνῶναί τὴν ὑπερβάλλουσαν14 τῆς γνώσεως15 ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. 20δὲ Τῷ δυναμένῳ ποιῆσαι ὑπερεκπερισσοῦ16 ὑπὲρ πάντα ὧν αἰτούμεθα17 ἢ νοοῦμεν18 κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην19 ἐν ἡμῖν,
21αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ1 καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς2 τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.

Ephesians 4

1οὖν Παρακαλῶ1 ὑμᾶς ἐγὼ ὁ δέσμιος2 ἐν Κυρίῳ ἀξίως3 περιπατῆσαι τῆς κλήσεως4 ἧς ἐκλήθητε, 2μετὰ πάσης ταπεινοφροσύνης5 καὶ πραΰτητος6, μετὰ μακροθυμίας7, ἀνεχόμενοι8 ἀλλήλων9 ἐν ἀγάπῃ, 3σπουδάζοντες10 τηρεῖν τὴν ἑνότητα11 τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ12 τῆς εἰρήνης· 4ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς13 καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως4 ὑμῶν· 5εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα14·
6εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. 7δὲ Ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον1 τῆς δωρεᾶς τοῦ Χριστοῦ. 8διὸ2 λέγει Ἀναβὰς εἰς ὕψος3 ᾐχμαλώτευσεν4 αἰχμαλωσίαν5, ἔδωκεν δόματα6 τοῖς ἀνθρώποις. 9δὲ τὸ Ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα7 μέρη8 τῆς γῆς; 10ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω9 πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
11καὶ αὐτὸς ἔδωκεν μὲν1 τοὺς ἀποστόλους, δὲ τοὺς προφήτας, δὲ τοὺς εὐαγγελιστάς2, δὲ τοὺς ποιμένας καὶ διδασκάλους, 12πρὸς τὸν καταρτισμὸν3 τῶν ἁγίων εἰς ἔργον διακονίας4, εἰς οἰκοδομὴν5 τοῦ σώματος τοῦ Χριστοῦ, 13μέχρι6 καταντήσωμεν7 οἱ πάντες εἰς τὴν ἑνότητα8 τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως9 τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον10 ἡλικίας11 τοῦ πληρώματος τοῦ Χριστοῦ, 14ἵνα μηκέτι12 ὦμεν νήπιοι13, κλυδωνιζόμενοι14 καὶ περιφερόμενοι15 παντὶ ἀνέμῳ16 τῆς διδασκαλίας17 ἐν τῇ κυβίᾳ18 τῶν ἀνθρώπων ἐν πανουργίᾳ19 πρὸς τὴν μεθοδίαν20 τῆς πλάνης21, 15δὲ ἀληθεύοντες22 ἐν ἀγάπῃ αὐξήσωμεν23 τὰ πάντα, εἰς αὐτὸν ὅς ἐστιν ἡ κεφαλή, Χριστός,
16ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον1 καὶ συνβιβαζόμενον2 διὰ πάσης ἁφῆς3 τῆς ἐπιχορηγίας4 κατ’ἐνέργειαν5 ἐν μέτρῳ6 ἑνὸς ἑκάστου μέρους7 τὴν αὔξησιν8 τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν9 ἑαυτοῦ10 ἐν ἀγάπῃ. 17οὖν Τοῦτο λέγω καὶ μαρτύρομαι11 ἐν Κυρίῳ, μηκέτι12 ὑμᾶς περιπατεῖν καθὼς13 καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι14 τοῦ νοὸς15 αὐτῶν, 18ἐσκοτωμένοι16 ὄντες, τῇ διανοίᾳ17 ἀπηλλοτριωμένοι18 τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν19 τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν20 τῆς καρδίας αὐτῶν, 19οἵτινες ἀπηλγηκότες21 ἑαυτοὺς10 παρέδωκαν τῇ ἀσελγείᾳ22 εἰς ἐργασίαν23 ἀκαθαρσίας24 πάσης ἐν πλεονεξίᾳ25. 20δὲ ὑμεῖς οὐχ οὕτως26 ἐμάθετε27 τὸν Χριστόν,
21εἴ γε1 αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς2 ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, 22ἀποθέσθαι3 ὑμᾶς κατὰ τὴν προτέραν4 ἀναστροφὴν5 τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον6 κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης7, 23δὲ ἀνανεοῦσθαι8 τῷ πνεύματι τοῦ νοὸς9 ὑμῶν, 24καὶ ἐνδύσασθαι10 τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα11 ἐν δικαιοσύνῃ καὶ ὁσιότητι12 τῆς ἀληθείας. 25Διὸ13 ἀποθέμενοι3 τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον14 αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων15 μέλη16.
26ὀργίζεσθε1 καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος2 μὴ ἐπιδυέτω3 ἐπὶ παροργισμῷ4 ὑμῶν, 27μηδὲ5 δίδοτε τόπον6 τῷ διαβόλῳ7. 28ὁ κλέπτων8 μηκέτι9 κλεπτέτω8, δὲ μᾶλλον10 κοπιάτω11 ἐργαζόμενος12 ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι13 τῷ χρείαν14 ἔχοντι. 29πᾶς λόγος σαπρὸς15 ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω16, ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν17 τῆς χρείας14, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. 30καὶ μὴ λυπεῖτε18 τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε19 εἰς ἡμέραν ἀπολυτρώσεως20.
31πᾶσα πικρία1 καὶ θυμὸς2 καὶ ὀργὴ3 καὶ κραυγὴ4 καὶ βλασφημία5 ἀρθήτω6 ἀφ’ὑμῶν σὺν πάσῃ κακίᾳ7. 32δὲ γίνεσθε εἰς ἀλλήλους8 χρηστοί9, εὔσπλαγχνοι10, χαριζόμενοι11 ἑαυτοῖς12 καθὼς13 καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο11 ὑμῖν.

Ephesians 5

1οὖν γίνεσθε μιμηταὶ1 τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά2, 2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς3 καὶ ὁ Χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν4 ὑπὲρ ἡμῶν προσφορὰν5 καὶ θυσίαν6 τῷ Θεῷ εἰς ὀσμὴν7 εὐωδίας8. 3δὲ Πορνεία9 καὶ ἀκαθαρσία10 πᾶσα ἢ πλεονεξία11 μηδὲ12 ὀνομαζέσθω13 ἐν ὑμῖν, καθὼς3 πρέπει14 ἁγίοις, 4καὶ αἰσχρότης15 καὶ μωρολογία16 ἢ εὐτραπελία17, ἃ οὐκ ἀνῆκεν18, ἀλλὰ μᾶλλον19 εὐχαριστία20. 5γὰρ τοῦτο ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος21 ἢ ἀκάθαρτος22 ἢ πλεονέκτης23, ὅ ἐστιν εἰδωλολάτρης24, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
6Μηδεὶς1 ὑμᾶς ἀπατάτω2 κενοῖς3 λόγοις· γὰρ διὰ ταῦτα ἔρχεται ἡ ὀργὴ4 τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας5. 7οὖν μὴ γίνεσθε συνμέτοχοι6 αὐτῶν· 8γάρ ἦτε ποτε σκότος, δὲ νῦν φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε, 9γὰρ —ὁ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ7 καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, 10—δοκιμάζοντες τί ἐστιν εὐάρεστον8 τῷ Κυρίῳ,
11καὶ μὴ συνκοινωνεῖτε1 τοῖς ἔργοις τοῖς ἀκάρποις2 τοῦ σκότους, δὲ μᾶλλον3 καὶ ἐλέγχετε4, 12γὰρ τὰ κρυφῇ5 γινόμενα ὑπ’αὐτῶν αἰσχρόν6 ἐστιν καὶ λέγειν· 13δὲ τὰ πάντα ἐλεγχόμενα4 ὑπὸ τοῦ φωτὸς φανεροῦται7· γὰρ πᾶν τὸ φανερούμενον7 φῶς ἐστιν. 14διὸ8 λέγει Ἔγειρε, ὁ καθεύδων9, καὶ ἀνάστα10 ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει11 σοι ὁ Χριστός. 15οὖν Βλέπετε ἀκριβῶς12 πῶς13 περιπατεῖτε, μὴ ὡς ἄσοφοι14 ἀλλ’ὡς σοφοί,
16ἐξαγοραζόμενοι1 τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες2, ἀλλὰ συνίετε3 τί τὸ θέλημα4 τοῦ Κυρίου. 18καὶ μὴ μεθύσκεσθε5 οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία6, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 19λαλοῦντες ἑαυτοῖς7 ψαλμοῖς8 καὶ ὕμνοις9 καὶ ᾠδαῖς10 πνευματικαῖς11, ᾄδοντες12 καὶ ψάλλοντες13 τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ, 20εὐχαριστοῦντες14 πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί,
21ὑποτασσόμενοι1 ἀλλήλοις2 ἐν φόβῳ Χριστοῦ. 22Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ Κυρίῳ, 23ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας3, αὐτὸς σωτὴρ4 τοῦ σώματος. 24ἀλλὰ ὡς ἡ ἐκκλησία3 ὑποτάσσεται1 τῷ Χριστῷ, οὕτως5 καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί. 25Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς6 καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν3 καὶ ἑαυτὸν7 παρέδωκεν ὑπὲρ αὐτῆς,
26ἵνα αὐτὴν ἁγιάσῃ1 καθαρίσας τῷ λουτρῷ2 τοῦ ὕδατος ἐν ῥήματι3, 27ἵνα παραστήσῃ4 αὐτὸς ἑαυτῷ5 τὴν ἐκκλησίαν6, ἔνδοξον7 μὴ ἔχουσαν σπίλον8 ἢ ῥυτίδα9 ἤ τι τῶν τοιούτων10, ἀλλ’ἵνα ᾖ ἁγία καὶ ἄμωμος11. 28οὕτως12 ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν5 γυναῖκας ὡς τὰ ἑαυτῶν5 σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ5 γυναῖκα ἑαυτὸν5 ἀγαπᾷ· 29γάρ οὐδεὶς ποτε τὴν ἑαυτοῦ5 σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει13 καὶ θάλπει14 αὐτήν, καθὼς15 καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν6, 30ὅτι ἐσμὲν μέλη16 τοῦ σώματος αὐτοῦ.
31ἀντὶ τούτου καταλείψει1 ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται2 πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32τὸ μυστήριον3 τοῦτο μέγα ἐστίν, δὲ ἐγὼ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν4. 33πλὴν5 καὶ ὑμεῖς οἱ καθ’ἕνα ἕκαστος τὴν ἑαυτοῦ6 γυναῖκα οὕτως7 ἀγαπάτω ὡς ἑαυτόν6, δὲ ἡ γυνὴ ἵνα φοβῆται8 τὸν ἄνδρα.

Ephesians 6

1Τὰ τέκνα, ὑπακούετε1 τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· γάρ τοῦτο ἐστιν δίκαιον. 2τίμα2 τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ3, 3ἵνα εὖ4 σοι γένηται καὶ ἔσῃ μακροχρόνιος5 ἐπὶ τῆς γῆς. 4Καὶ οἱ πατέρες, μὴ παροργίζετε6 τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε7 αὐτὰ ἐν παιδείᾳ8 καὶ νουθεσίᾳ9 Κυρίου. 5Οἱ δοῦλοι10, ὑπακούετε1 τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου11 ἐν ἁπλότητι12 τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
6μὴ κατ’ὀφθαλμοδουλίαν1 ὡς ἀνθρωπάρεσκοι2, ἀλλ’ὡς δοῦλοι3 Χριστοῦ ποιοῦντες τὸ θέλημα4 τοῦ Θεοῦ ἐκ ψυχῆς5, 7μετ’εὐνοίας6 δουλεύοντες7, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις, 8εἰδότες ὅτι ἐάν ἕκαστος τι ἀγαθόν, ποιήσῃ τοῦτο κομίσεται8 παρὰ Κυρίου, εἴτε9 δοῦλος3 εἴτε9 ἐλεύθερος10. 9Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες11 τὴν ἀπειλήν12, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία13 οὐκ ἔστιν παρ’αὐτῷ. 10Τοῦ λοιποῦ14, ἐνδυναμοῦσθε15 ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει16 τῆς ἰσχύος17 αὐτοῦ.
11ἐνδύσασθε1 τὴν πανοπλίαν2 τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδίας3 τοῦ διαβόλου4· 12ὅτι ἔστιν ἡμῖν ἡ πάλη5 οὐκ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας6, πρὸς τοὺς κοσμοκράτορας7 τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ8 τῆς πονηρίας9 ἐν τοῖς ἐπουρανίοις10. 13διὰ τοῦτο ἀναλάβετε11 τὴν πανοπλίαν2 τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι12 ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα13 κατεργασάμενοι14 στῆναι. 14οὖν στῆτε περιζωσάμενοι15 τὴν ὀσφὺν16 ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι1 τὸν θώρακα17 τῆς δικαιοσύνης, 15καὶ ὑποδησάμενοι18 τοὺς πόδας ἐν ἑτοιμασίᾳ19 τοῦ εὐαγγελίου τῆς εἰρήνης,
16ἐν πᾶσιν ἀναλαβόντες1 τὸν θυρεὸν2 τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη3 τοῦ πονηροῦ τὰ πεπυρωμένα4 σβέσαι5· 17καὶ δέξασθε6, τὴν περικεφαλαίαν7 τοῦ σωτηρίου8 καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστιν ῥῆμα9 Θεοῦ, 18διὰ πάσης προσευχῆς10 καὶ δεήσεως11, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες12 ἐν πάσῃ προσκαρτερήσει13 καὶ δεήσει11 περὶ πάντων τῶν ἁγίων, 19καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει14 τοῦ στόματός μου, ἐν παρρησίᾳ15 γνωρίσαι16 τὸ μυστήριον17 τοῦ εὐαγγελίου, 20ὑπὲρ οὗ πρεσβεύω18 ἐν ἁλύσει19, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι20 ὡς δεῖ21 με λαλῆσαι.
21δὲ Ἵνα εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ἐμέ, τί πράσσω1, πάντα γνωρίσει2 ὑμῖν Τυχικὸς3 ὁ ἀγαπητὸς4 ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, 22ὃν ἔπεμψα5 πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ6 τὰς καρδίας ὑμῶν. 23τοῖς ἀδελφοῖς Εἰρήνη καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 24ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ7.

Greek text and punctuation: Nestle 1904, from the CenterBLC/Macula Greek N1904 public dataset. Word-level lemma and gloss data are preserved from the same source.